Αν κάτι κινδυνεύει από τους πρόσφυγες είναι η ανθρωπιά μας

Κυριακή, 30 Νοεμβρίου 2008

Ομήρου Οδύσσεια Δ 351-374


"Αἰγύπτῳ μ᾽ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
οἱ δ᾽ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
Στὴν Αἴγυπτο, σὰ γύρευα γιὰ ἐδῶ νὰ ξεκινήσω,
μὲ κράτησαν οἱ ἀθάνατοι, τὶ δὲν τοὺς εἶχα κάνει
τὴν ταχτικὴ ἑκατοβοδιά, κι ἐκεῖνοι πάντα θέλουν
τὶς προσταγὲς ποὺ ἀφήνουνε νὰ μὴν τὶς ἀστοχοῦμε.
Εἶναι νησὶ στὴ θάλασσα τὴν πολυκυματοῦσα,
355 Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
τόσσον ἄνευθ᾽ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τ᾽ ἀπὸ νῆας ἐίσας
ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
κατάμπροστα στὴν Αἴγυπτο, καὶ Φάρο τ' ὀνομάζουν·
μακριὰ νὰ ποῦμε ὅσο μπορεῖ καράβι σὲ μιὰ μέρα
νὰ φτάση, ἂν πρύμος ἄνεμος φυσάη καλὰ ὡς τὸ τέλος·
κι ἔχει λιμάνι ἀπάνεμο, ποὺ κεῖθε τὰ καράβια
ἀνοίγουνε στὰ πέλαγα, σκοῦρο νερὸ σὰν πάρουν.
360 ἔνθα μ᾽ ἐείκοσιν ἤματ᾽ ἔχον θεοί, οὐδέ ποτ᾽ οὖροι
πνείοντες φαίνονθ᾽ ἁλιαέες, οἵ ῥά τε νηῶν
πομπῆες γίγνονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε᾽ ἀνδρῶν,
εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ᾽ ἐσάωσε,
Εἴκοσι μέρες οἱ θεοὶ μ' εἶχαν ἐκεῖ κλεισμένο,
κι ἄνεμοι ἀπὸ τὰ πέλαγα δὲ μοῦ φυσοῦσαν πρύμοι,
ποὺ τὰ καράβια σπρώχνουνε στοῦ ὠκεανοῦ τὰ πλάτια.
Καὶ πιὰ δὲ θὰ μᾶς μνήσκανε μήτε θροφὲς μήτ' ἄντρες,
ἂ δὲ μὲ σπλαχνιζότανε ἡ θεὰ ποὺ γλύτωσέ με,
365 Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
ἥ μ᾽ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
τοῦ γέρου τοῦ θαλασσινοῦ, τοῦ θείου Πρωτέα ἡ κόρη,
ἡ Εἰδοθέα, ποὺ ἄγγιξα περίσσια τὴν καρδιά της.
Μὲ βρῆκε καὶ σερνόμουνα μόνος μακριὰ ἀπ' τοὺς ἄλλους,
ποὺ γύριζαν καὶ ψάρευαν μὲ τὰ γυρτὰ τ' ἀγκίστρια,
τὶ ἡ πεῖνα τοὺς τὰ θέριζε σκληρὰ τὰ σωθικά τους.
370 ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
"᾽νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.᾽"
Αὐτὴ κοντά μου στάθηκε καὶ μίλησέ μου κι εἶπε·
“Ἆραγες νά 'σαι ἀνόητος κι ἀσύστατος, ὦ ξένε,
ἢ πίτηδες ἀφήνεσαι, καὶ θὲς νὰ τυραννιέσαι ;
Καιρὸ κρατιέσαι στὸ νησί, τέλος νὰ βρῆς δὲ σώνεις,
καὶ τῶ συντρόφω σου ἡ καρδιὰ στοὺς πόνους μέσα λυώνει.”

Δεν υπάρχουν σχόλια: